Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 14.32 | Dem. 14.36 (English) | >>Dem. 14.40 |
14.34πρίασθαι γενέσθαι τινʼ αὐτοῖς καιρὸν διʼ οὗ τὰς προτέρας ἀναλύσονται πρὸς τοὺς Ἕλληνας ἁμαρτίας . εἰ δʼ ἄρα παντάπασί τις οὕτως οἴεται φύσει δυστυχεῖς Θηβαίους εἶναι , ἐκεῖνό γε δήπουθεν ἅπαντες ἐπίστασθε , ὅτι Θηβαίων τἀκείνου φρονούντων , ἀνάγκη τοὺς τούτων ἐχθροὺς τὰ τῶν Ἑλλήνων φρονεῖν .
ἡγοῦμαι τοίνυν ἐγὼ ταύτην τὴν τάξιν τοῦ δικαίου καὶ τοὺς μετʼ αὐτῆς ὄντας κρείττους τῶν προδοτῶν καὶ τοῦ βαρβάρου ἔσεσθαι πρὸς ἅπαντα . ὥστʼ οὔτε φοβεῖσθαί φημι δεῖν πέρα τοῦ μετρίου , οὔθʼ ὑπαχθῆναι προτέρους ἐκφέρειν τὸν πόλεμον . καὶ μὴν οὐδὲ τῶν ἄλλων οὐδένʼ ἂν εἰκότως Ἑλλήνων φοβηθέντα τὸν πόλεμον τοῦτον ὁρῶ .
14.36τίς γὰρ οὐκ οἶδεν αὐτῶν ὅτι , τέως μὲν κοινὸν ἐχθρὸν ἐκεῖνον ὑπειληφότες ὡμονόουν ἀλλήλοις , πολλῶν ἀγαθῶν ἦσαν κύριοι , ἐπειδὴ δὲ φίλον αὐτὸν νομίσαντες αὑτοῖς ὑπάρχειν περὶ τῶν πρὸς ἑαυτοὺς διηνέχθησαν διαφόρων , ὅσʼ ἂν οὐδὲ καταρώμενος εὗρέ τις αὐτοῖς , τοσαῦτα πεπόνθασι κακά ; εἶθʼ ὃν ἡ τύχη καὶ τὸ δαιμόνιον φίλον μὲν ἀλυσιτελῆ , συμφέροντα δʼ ἐχθρὸν ἐμφανίζει , τοῦτον ἡμεῖς φοβώμεθα ; μηδαμῶς · ἀλλὰ μηδʼ ἀδικῶμεν , αὐτῶν ἡμῶν εἵνεκα καὶ τῆς τῶν ἄλλων Ἑλλήνων ταραχῆς καὶ ἀπιστίας ·
14.37ἐπεὶ εἴ γʼ ὁμοθυμαδὸν ἦν μετὰ πάντων ἐπιθέσθαι μόνῳ , οὐδʼ ἀδικεῖν ἡμᾶς ἐκεῖνον ἀδίκημʼ ἂν ἔθηκα . ἐπειδὴ δὲ τοῦτʼ οὐχ οὕτως ἔχει , φυλάττεσθαί φημι δεῖν μὴ πρόφασιν δῶμεν βασιλεῖ τοῦ τὰ δίκαιʼ ὑπὲρ τῶν ἄλλων Ἑλλήνων ζητεῖν · ἡσυχίαν μὲν γὰρ ἐχόντων ὑμῶν ὕποπτος ἂν εἴη τοιοῦτόν τι πράττων , πόλεμον δὲ ποιησαμένων προτέρων εἰκότως ἂν δοκοίη διὰ τὴν πρὸς ὑμᾶς ἔχθραν τοῖς ἄλλοις φίλος εἶναι βούλεσθαι .
14.35
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 14.32 | Dem. 14.36 (English) | >>Dem. 14.40 |